Matthew 1 Greek NT: Beza's Textus Receptus (1598): Difference between revisions

From Textus Receptus
Jump to navigation Jump to search
New page: The 1598 Textus Receptus (underlying the King James Version) * 1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ * 2 Ἀβρα...
 
No edit summary
Line 1: Line 1:
The 1598 Textus Receptus (underlying the King James Version)


* 1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ
* 1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ
Line 50: Line 49:


* 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον• καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥN•
* 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον• καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥN•
The 1598 Textus Receptus (underlying the King James Version)

Revision as of 12:21, 4 March 2011

  • 1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ
  • 2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ• Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ• Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ
  • 3 Ἰούδας δὲ ἐγέννησε τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ• Φάρες δὲ ἐγέννησε τὸν Ἑσρώμ• Ἑσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ
  • 4 Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ• Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών• Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών
  • 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ• Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ• Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί
  • 6 Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαβὶδ τὸν βασιλέα• Δαβὶδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου
  • 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ• Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά• Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά•
  • 8 Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ• Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ• Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν•
  • 9 Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωαθάμ• Ἰωαθὰμ δὲ ἐγέννησε τὸν Ἀχάζ• Ἀχὰζ δὲ ἐγέννησε τὸν Ἑζεκίαν•
  • 10 Ἑζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ• Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών• Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν•
  • 11 Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος•
  • 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ• Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβαβέλ•
  • 13 Ζοροβαβὲλ δὲ ἐγέννησε τὸν Ἀβιούδ• Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ• Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ•
  • 14 Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ• Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ• Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ•
  • 15 Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ• Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν• Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ•
  • 16 Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ, τὸν ἄνδρα Μαρίας ἐξ ἧς ἐγεννήθη ἸΗΣΟΥΣ ὁ λεγόμενος Χριστός
  • 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ, γενεαὶ δεκατέσσαρες• καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες• καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες•
  • 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἠν• μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου•
  • 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν•
  • 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος κυρίου κατ' ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσὴφ υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου• τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Π νεύματός ἐστιν ἁγίου•
  • 21 τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥN• αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν•
  • 22 (Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου, λέγοντος,
  • 23 Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ• ὅ ἐστιν, μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ θεός)
  • 24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου, καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ•
  • 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον• καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥN•

The 1598 Textus Receptus (underlying the King James Version)