Matthew 21 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 04:22, 12 March 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 30 Καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· Καὶ οὐκ ἀπῆλθε.
  • 31 τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ, πρῶτος. λέγει αὐτοῖς Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν, ὅτι οἱ τελῶναι Καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
  • 32 ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, Καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι Καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
  • 33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα Καὶ φραγμὸν αὐτῷ περιέθηκε Καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν Καὶ ᾠκοδόμησε πύργον, Καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, Καὶ ἀπεδήμησεν.
  • 34 ὅτε δὲ ἤγγισεν καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργούς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ·
  • 35 Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
  • 36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων· Καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
  • 37 ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων, Ἐντραπήσονται τὸν υἱόν μου.
  • 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, Καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.
  • 39 Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος Καὶ ἀπέκτειναν.
  • 40 ὅταν οὖν ἔλθῃ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
  • 41 λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, Καὶ τὸν ἀμπελῶνα ἐκδόσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
  • 42 λέγει αὐτοῖς Ἰησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, Καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
  • 43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, Καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
  • 44 Καὶ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν.
  • 45 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς Καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει
  • 46 Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.
Personal tools