Matthew 22 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 15:26, 15 March 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 21 λέγουσιν αὐτῷ, Καίσαρος. τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι· Καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
  • 22 Καὶ ἀκούσαντες ἐθαύμασαν· Καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
  • 23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἵ λέγοντες μὴ εἶναι ἀνάστασιν, Καὶ ἐπηρώτησαν αὐτὸν,
  • 24 λέγοντες, Διδάσκαλε, Μωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, Καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
  • 25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· Καὶ πρῶτος γάμησας ἐτελεύτησε· Καὶ μὴ ἔχων σπέρμα, ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ
  • 26 ὁμοίως Καὶ δεύτερος, Καὶ τρίτος, ἕως τῶν ἑπτά.
  • 27 ὕστερον δὲ πάντων ἀπέθανε Καὶ γυνή.
  • 28 ἐν τῇ οὖν ἀναστάσει, τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
  • 29 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ
  • 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ’ ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ εἰσι.
  • 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος,
  • 32 Ἐγώ εἰμι Θεὸς Ἀβραὰμ, Καὶ Θεὸς Ἰσαὰκ, Καὶ Θεὸς Ἰακώβ; οὐκ ἔστιν Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.
  • 33 Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
  • 34 οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό.
  • 35 Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικός, πειράζων αὐτόν, Καὶ λέγων,
  • 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ
  • 37 δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐν ὅλῃ τῇ καρδίᾳ σου, Καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, Καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·
  • 38 αὕτη ἐστὶ πρώτη Καὶ μεγάλη ἐντολή.
  • 39 δευτέρα δὲ ὁμοία αὐτῇ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
  • 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος νόμος Καὶ οἱ προφῆται κρέμανται
  • 41 Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς Ἰησοῦς,
  • 42 λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ, Τοῦ Δαβίδ. * * 43 λέγει αὐτοῖς, Πῶς οὖν Δαβὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων,
  • 44 Εἶπεν Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
  • 45 εἰ οὖν Δαβὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;
  • 46 Καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον· οὐδὲ ἐτόλμησέ τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.