Mark 13 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 14:46, 21 April 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 26 Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς Καὶ δόξης.
  • 27 Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, Καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
  • 28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν αὐτῆς ἤδη κλάδος ἁπαλὸς γένηται Καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
  • 29 οὕτω Καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
  • 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ πάντα ταῦτα γένηται.
  • 31 οὐρανὸς Καὶ ἡ γῆ παρελεύσονται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
  • 32 περὶ δὲ τῆς ἡμέρας ἐκείνης Καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ υἱός, εἰ μὴ πατήρ.
  • 33 βλέπετε, ἀγρυπνεῖτε Καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε καιρός ἐστιν.
  • 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, Καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, Καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, Καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
  • 35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε κύριος τῆς οἰκίας ἔρχεται, ὀψέ, ἢ μεσονυκτίου, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ·
  • 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
  • 37δὲ ὑμῖν λέγω πᾶσι λέγω, Γρηγορεῖτε.
Personal tools