Luke 16 Greek NT: Scrivener's Textus Receptus (1894): Difference between revisions
Jump to navigation
Jump to search
New page: {{Greek NT Scrivener's Textus Receptus}} * 1 Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Ἄνθ... |
No edit summary |
||
| Line 1: | Line 1: | ||
{{Greek NT Scrivener's Textus Receptus}} | {{Greek NT Scrivener's Textus Receptus}} | ||
* [[Luke 16:1 Greek NT: Scrivener's Textus Receptus (1894)|1]] Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον· καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα | * [[Luke 16:1 Greek NT: Scrivener's Textus Receptus (1894)|1]] [[3004|Ἔλεγε]] [[1161|δὲ]] [[2532|καὶ]] [[4314|πρὸς]] [[3588|τοὺς]] [[3101|μαθητὰς]] [[846|αὐτοῦ,]] [[444|Ἄνθρωπός]] [[5100|τις]] [[2258|ἦν]] [[4145|πλούσιος,]] [[3739|ὃς]] [[2192|εἶχεν]] [[3623|οἰκονόμον·]] [[2532|καὶ]] [[3778|οὗτος]] [[1225|διεβλήθη]] [[846|αὐτῷ]] [[5613|ὡς]] [[1287|διασκορπίζων]] [[3588|τὰ]] [[5224|ὑπάρχοντα]] [[846αὐτοῦ]]. | ||
* [[Luke 16:2 Greek NT: Scrivener's Textus Receptus (1894)|2]] καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ, Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας | * [[Luke 16:2 Greek NT: Scrivener's Textus Receptus (1894)|2]] [[2532|καὶ]] [[5455|φωνήσας]] [[846|αὐτὸν]] [[2036|εἶπεν]] [[846|αὐτῷ,]] [[5101|Τί]] [[5124|τοῦτο]] [[191|ἀκούω]] [[4012|περὶ]] [[4675|σοῦ]]; [[591|ἀπόδος]] [[3588|τὸν]] [[3056|λόγον]] [[3588|τῆς]] [[3622|οἰκονομίας]] [[4675|σου]]· [[3756|οὐ]] [[1063|γὰρ]] [[1410|δύνήσῃ]] [[2089|ἔτι]] [[3621|οἰκονομεῖν]]. | ||
* [[Luke 16:3 Greek NT: Scrivener's Textus Receptus (1894)|3]] εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος, Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι. | * [[Luke 16:3 Greek NT: Scrivener's Textus Receptus (1894)|3]] [[2036|εἶπε]] [[1161|δὲ]] [[1722|ἐν]] [[1438|ἑαυτῷ]] [[3588|ὁ]] [[3623|οἰκονόμος,]] [[5101|Τί]] [[4160|ποιήσω,]] [[3754|ὅτι]] [[3588|ὁ]] [[2962|κύριός]] [[3450|μου]] [[851|ἀφαιρεῖται]] [[3588|τὴν]] [[3622|οἰκονομίαν]] [[575|ἀπ’]] [[1700|ἐμοῦ]]; [[4626|σκάπτειν]] [[3756|οὐκ]] [[2480|ἰσχύω,]] [[1871|ἐπαιτεῖν]] [[153|αἰσχύνομαι]]. | ||
* [[Luke 16:4 Greek NT: Scrivener's Textus Receptus (1894)|4]] ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν. | * [[Luke 16:4 Greek NT: Scrivener's Textus Receptus (1894)|4]] [[1097|ἔγνων]] [[5101|τί]] [[4160|ποιήσω,]] [[2443|ἵνα]] [[3752|ὅταν]] [[3179|μετασταθῶ]] [[3588|τῆς]] [[3622|οἰκονομίας,]] [[209|δέξωνταί]] [[3165|με]] [[1519|εἰς]] [[3588|τοὺς]] [[3624|οἴκους]] [[846|αὐτῶν]]. | ||
* [[Luke 16:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ, ἔλεγε τῷ πρώτῳ, Πόσον ὀφείλεις τῷ κυρίῳ μου; | * [[Luke 16:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[2532|καὶ]] [[4341|προσκαλεσάμενος]] [[1520|ἕνα]] [[1538|ἕκαστον]] [[3588|τῶν]] [[5533|χρεωφειλετῶν]] [[3588|τοῦ]] [[2962|κυρίου]] [[1438|ἑαυτοῦ,]] [[3004|ἔλεγε]] [[3588|τῷ]] [[4413|πρώτῳ,]] [[4214|Πόσον]] [[3784|ὀφείλεις]] [[3588|τῷ]] [[2962|κυρίῳ]] [[3450|μου]]; | ||
* [[Luke 16:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] ὁ δὲ εἶπεν, Ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ, Δέξαι σου τὸ γράμμα, καὶ καθίσας ταχέως γράψον πεντήκοντα. | * [[Luke 16:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] ὁ δὲ εἶπεν, Ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ, Δέξαι σου τὸ γράμμα, καὶ καθίσας ταχέως γράψον πεντήκοντα. | ||
Revision as of 08:11, 25 May 2016
|
|---|
- 1 Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον· καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα 846αὐτοῦ.
- 2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ, Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνήσῃ ἔτι οἰκονομεῖν.
- 3 εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος, Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι.
- 5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ, ἔλεγε τῷ πρώτῳ, Πόσον ὀφείλεις τῷ κυρίῳ μου;
- 6 ὁ δὲ εἶπεν, Ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ, Δέξαι σου τὸ γράμμα, καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
- 7 ἔπειτα ἑτέρῳ εἶπε, Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν, Ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ, Δέξαι σου τὸ γράμμα, καὶ γράψον ὀγδοήκοντα.
- 8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν ἑαυτῶν εἰσί.
- 9 κἀγὼ ὑμῖν λέγω, Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
- 10 ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
- 11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
- 12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;
- 13 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
- 14 Ἤκουον δὲ ταῦτα πάντα καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
- 15 καὶ εἶπεν αὐτοῖς, Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ ἐστὶν.
- 16 ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
- 17 εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
- 18 πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει· καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
- 19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς.
- 20 πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος
- 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ
- 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη
- 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
- 24 καὶ αὐτὸς φωνήσας εἶπε, Πάτερ Ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
- 25 εἶπε δὲ Ἀβραάμ, Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.
- 26 καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἐντεῦθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
- 27 εἶπε δέ, Ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου,
- 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.
- 29 λέγει αὐτῷ Ἀβραάμ, Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
- 30 ὁ δὲ εἶπεν, Οὐχί, πάτερ Ἀβραάμ· ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.
- 31 εἶπε δὲ αὐτῷ, Εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδέ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.