Luke 24 Greek NT: Scrivener's Textus Receptus (1894): Difference between revisions

From Textus Receptus
Jump to navigation Jump to search
Stephanus1550 (talk | contribs)
No edit summary
Stephanus1550 (talk | contribs)
No edit summary
Line 11: Line 11:
* [[Luke 24:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[1719|ἐμφόβων]] [[1161|δὲ]] [[1096|γενομένων]] [[846|αὐτῶν,]] [[2532|καὶ]] [[2827|κλινουσῶν]] [[3588|τὸ]] [[4383|πρόσωπον]] [[1519|εἰς]] [[3588|τὴν]] [[1093|γῆν,]] [[2036|εἶπον]] [[4314|πρὸς]] [[846|αὐτάς,]] [[5101|Τί]] [[2212ζητεῖτε]] [[3588|τὸν]] [[2198|ζῶντα]] [[3326|μετὰ]] [[3588|τῶν]] [[3498|νεκρῶν;]]
* [[Luke 24:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[1719|ἐμφόβων]] [[1161|δὲ]] [[1096|γενομένων]] [[846|αὐτῶν,]] [[2532|καὶ]] [[2827|κλινουσῶν]] [[3588|τὸ]] [[4383|πρόσωπον]] [[1519|εἰς]] [[3588|τὴν]] [[1093|γῆν,]] [[2036|εἶπον]] [[4314|πρὸς]] [[846|αὐτάς,]] [[5101|Τί]] [[2212ζητεῖτε]] [[3588|τὸν]] [[2198|ζῶντα]] [[3326|μετὰ]] [[3588|τῶν]] [[3498|νεκρῶν;]]


* [[Luke 24:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,  
* [[Luke 24:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] [[3756|οὐκ]] [[2076|ἔστιν]] [[5602|ὧδε,]] [[235|ἀλλ’]] [[1453|ἠγέρθη·]] [[3415|μνήσθητε]] [[5613|ὡς]] [[2980|ἐλάλησεν]] [[5213|ὑμῖν,]] [[2098|ἔτι]] [[5607|ὢν]] [[1722|ἐν]] [[3588|τῇ]] [[1056|Γαλιλαίᾳ,]]


* [[Luke 24:7 Greek NT: Scrivener's Textus Receptus (1894)|7]] λέγων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.  
* [[Luke 24:7 Greek NT: Scrivener's Textus Receptus (1894)|7]] [[3004|λέγων,]] [[3754|ὅτι]] [[1163|δεῖ]] [[3588|τὸν]] [[5207|υἱὸν]] [[3588|τοῦ]] [[444|ἀνθρώπου]] [[3860|παραδοθῆναι]] [[1519|εἰς]] [[5495|χεῖρας]] [[444|ἀνθρώπων]] [[268|ἁμαρτωλῶν,]] [[2532|καὶ]] [[4717|σταυρωθῆναι,]] [[2532|καὶ]] [[3588|τῇ]] [[5154|τρίτῃ]] [[2250|ἡμέρᾳ]] [[450|ἀναστῆναι.]]


* [[Luke 24:8 Greek NT: Scrivener's Textus Receptus (1894)|8]] καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,  
* [[Luke 24:8 Greek NT: Scrivener's Textus Receptus (1894)|8]] [[2532|καὶ]] [[3415|ἐμνήσθησαν]] [[3588|τῶν]] [[4487|ῥημάτων]] [[846|αὐτοῦ,]]


* [[Luke 24:9 Greek NT: Scrivener's Textus Receptus (1894)|9]] καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς.  
* [[Luke 24:9 Greek NT: Scrivener's Textus Receptus (1894)|9]] [[2532|καὶ]] [[5290|ὑποστρέψασαι]] [[575|ἀπὸ]] [[3588|τοῦ]] [[3419|μνημείου,]] [[518|ἀπήγγειλαν]] [[5023|ταῦτα]] [[3956|πάντα]] [[3588|τοῖς]] [[1733|ἕνδεκα]] [[2532|καὶ]] [[3956|πᾶσι]] [[3588|τοῖς]] [[3062|λοιποῖς.]]


* [[Luke 24:10 Greek NT: Scrivener's Textus Receptus (1894)|10]] ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἵ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.  
* [[Luke 24:10 Greek NT: Scrivener's Textus Receptus (1894)|10]] [[2258|ἦσαν]] [[1161|δὲ]] [[3588|]] [[3094|Μαγδαληνὴ]] [[3137|Μαρία]] [[2532|καὶ]] [[2489|Ἰωάννα]] [[2532|καὶ]] [[3137|Μαρία]] [[3588|ἡ]] [[2385|Ἰακώβου,]] [[2532|καὶ]] [[3588|αἱ]] [[3062|λοιπαὶ]] [[4862|σὺν]] [[846|αὐταῖς,]] [[3739|αἵ]] [[3004|ἔλεγον]] [[4314|πρὸς]] [[3588|τοὺς]] [[652|ἀποστόλους]] [[5023|ταῦτα.]]


* [[Luke 24:11 Greek NT: Scrivener's Textus Receptus (1894)|11]] καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς.  
* [[Luke 24:11 Greek NT: Scrivener's Textus Receptus (1894)|11]] καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς.  

Revision as of 11:26, 5 June 2016

  • 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς.
  • 12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.
  • 13 Καὶ ἰδού, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς.
  • 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
  • 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς
  • 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
  • 17 εἶπε δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποί;
  • 18 ἀποκριθεὶς δὲ ὁ εἷς ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
  • 19 καὶ εἶπεν αὐτοῖς, Ποῖα; οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ·
  • 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν.
  • 21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ’ οὗ ταῦτα ἐγένετο.
  • 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὀρθριαὶ ἐπὶ τὸ μνημεῖον·
  • 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν.
  • 24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον.
  • 25 καὶ αὐτὸς εἶπε πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
  • 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
  • 27 καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
  • 28 καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι.
  • 29 καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστί, καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς.
  • 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.
  • 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν.
  • 32 καὶ εἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
  • 33 καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
  • 34 λέγοντας, ὅτι Ἠγέρθη ὀ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι.
  • 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
  • 36 Ταῦτα δὲ αὐτῶν λαλούντων, αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.
  • 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
  • 38 καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν;
  • 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
  • 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
  • 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε;
  • 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου.
  • 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
  • 44 Εἶπε δὲ αὐτοῖς, Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
  • 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς·
  • 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
  • 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἰερουσαλήμ
  • 48 ὑμεῖς δὲ ἐστε μάρτυρες τούτων.
  • 49 καὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἰερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.
  • 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
  • 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ’ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.
  • 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης·
  • 53 καὶ ἦσαν δια παντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.