Acts 5 Greek NT: Scrivener's Textus Receptus (1894): Difference between revisions

From Textus Receptus
Jump to navigation Jump to search
Stephanus1550 (talk | contribs)
No edit summary
Stephanus1550 (talk | contribs)
No edit summary
Line 7: Line 7:
* [[Acts 5:3 Greek NT: Scrivener's Textus Receptus (1894)|3]] [[2036|εἶπε]] [[1161|δὲ]] [[4074|Πέτρος,]] [[367|Ἁνανία,]] [[1302|διατί]] [[4137|ἐπλήρωσεν]] [[3588|ὁ]] [[4567|Σατανᾶς]] [[3588|τὴν]] [[2588|καρδίαν]] [[4675|σου,]] [[5574|ψεύσασθαί]] [[4571|σε]] [[3588|τὸ]] [[4151|Πνεῦμα]] [[3588|τὸ]] [[40|Ἅγιον,]] [[2532|καὶ]] [[3557|νοσφίσασθαι]] [[575|ἀπὸ]] [[3588|τῆς]] [[5092|τιμῆς]] [[3588|τοῦ]] [[5564|χωρίου;]]  
* [[Acts 5:3 Greek NT: Scrivener's Textus Receptus (1894)|3]] [[2036|εἶπε]] [[1161|δὲ]] [[4074|Πέτρος,]] [[367|Ἁνανία,]] [[1302|διατί]] [[4137|ἐπλήρωσεν]] [[3588|ὁ]] [[4567|Σατανᾶς]] [[3588|τὴν]] [[2588|καρδίαν]] [[4675|σου,]] [[5574|ψεύσασθαί]] [[4571|σε]] [[3588|τὸ]] [[4151|Πνεῦμα]] [[3588|τὸ]] [[40|Ἅγιον,]] [[2532|καὶ]] [[3557|νοσφίσασθαι]] [[575|ἀπὸ]] [[3588|τῆς]] [[5092|τιμῆς]] [[3588|τοῦ]] [[5564|χωρίου;]]  


* [[Acts 5:4 Greek NT: Scrivener's Textus Receptus (1894)|4]] [[3780|οὐχὶ]] [[3306|μένον]] [[4671|σοὶ]] [[3306|ἔμενε,]] [[2532|καὶ]] [[4097|πραθὲν]] [[1722|ἐν]] [[3588|τῇ]] [[4674|σῇ]] [[1849|ἐξουσίᾳ]] [[5225|ὑπῆρχε;]] [[5101|τί]] [[3754|ὅτι]] [[5087|ἔθου]] [[1722|ἐν]] [[3588|τῇ]] [[2588|καρδίᾳ]] [[4675|σου]] [[3588|τὸ]] [[4229|πρᾶγμα]] [[5124|τοῦτο;]] [[3756οὐκ]] [[5574|ἐψεύσω]] [[444|ἀνθρώποις]] [[235|ἀλλὰ]] [[3588|τῷ]] [[2316|Θεῷ.]]  
* [[Acts 5:4 Greek NT: Scrivener's Textus Receptus (1894)|4]] [[3780|οὐχὶ]] [[3306|μένον]] [[4671|σοὶ]] [[3306|ἔμενε,]] [[2532|καὶ]] [[4097|πραθὲν]] [[1722|ἐν]] [[3588|τῇ]] [[4674|σῇ]] [[1849|ἐξουσίᾳ]] [[5225|ὑπῆρχε;]] [[5101|τί]] [[3754|ὅτι]] [[5087|ἔθου]] [[1722|ἐν]] [[3588|τῇ]] [[2588|καρδίᾳ]] [[4675|σου]] [[3588|τὸ]] [[4229|πρᾶγμα]] [[5124|τοῦτο;]] [[3756|οὐκ]] [[5574|ἐψεύσω]] [[444|ἀνθρώποις]] [[235|ἀλλὰ]] [[3588|τῷ]] [[2316|Θεῷ.]]  


* [[Acts 5:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[191|ἀκούων]] [[1161|δὲ]] [[3588|ὁ]] [[367|Ἁνανίας]] [[3588|τοὺς]] [[3056|λόγους]] [[5128|τούτους,]] [[4098|πεσὼν]] [[1634|ἐξέψυξε·]] [[2532|καὶ]] [[1096|ἐγένετο]] [[5401|φόβος]] [[3173|μέγας]] [[1909|ἐπὶ]] [[3956|πάντας]] [[3588|τοὺς]] [[191|ἀκούοντας]] [[5023|ταῦτα.]]  
* [[Acts 5:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[191|ἀκούων]] [[1161|δὲ]] [[3588|ὁ]] [[367|Ἁνανίας]] [[3588|τοὺς]] [[3056|λόγους]] [[5128|τούτους,]] [[4098|πεσὼν]] [[1634|ἐξέψυξε·]] [[2532|καὶ]] [[1096|ἐγένετο]] [[5401|φόβος]] [[3173|μέγας]] [[1909|ἐπὶ]] [[3956|πάντας]] [[3588|τοὺς]] [[191|ἀκούοντας]] [[5023|ταῦτα.]]  

Revision as of 14:44, 29 June 2016

  • 11 καὶ ἐγένετο φόβος μέγας ἐφ’ ὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
  • 12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος.
  • 13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός·
  • 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν·
  • 15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
  • 16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἴς Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
  • 17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου,
  • 18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
  • 19 ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε,
  • 20 Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
  • 21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερόν, καὶ ἐδίδασκον. παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον, ἀχθῆναι αὐτούς.
  • 22 οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν,
  • 23 λέγοντες, ὅτι Τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἔξω ἑστῶτας πρὸ τῶν θυρῶν· ἀνοίξαντες δέ, ἔσω οὐδένα εὕρομεν.
  • 24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν, τί ἂν γένοιτο τοῦτο.
  • 25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς λέγων ὅτι Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
  • 26 τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵνα μὴ λιθασθῶσιν.
  • 27 ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεύς,
  • 28 λέγων, Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
  • 29 ἀποκριθεὶς δὲ ὁ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον, Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.
  • 30 ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου.
  • 31 τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν.
  • 32 καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
  • 33 Οἱ δὲ ἀκούσαντες διεπρίοντο, καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς.
  • 34 ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ τί τοὺς ἀποστόλους ποιῆσαι.
  • 35 εἶπέ τε πρὸς αὐτούς, Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν.
  • 36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκολλήθη ἀριθμὸς ἀνδρῶν ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
  • 37 μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν ἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
  • 38 καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·
  • 39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτό, μήποτε καὶ θεομάχοι εὑρεθῆτε.
  • 40 ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς
  • 41 οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι.
  • 42 πᾶσάν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον, οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν τὸν Χριστόν.